Σύμφωνα με το λεξικό Σούδα
[Μουνυχιών:] ὁ ιʹ μὴν παρ' Ἀθηναίοις. ἐν δὲ τούτῳ Ἀρτέμιδι ἔθυον
Μουνυχίᾳ.
[Μουνυχία:]Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παραθαλάσσιος
ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν δευτέρῳ
Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως, τοῦ Παντακλέους. (λιμάνι
της Αθήνας μεταξύ Φαλήρου και Πειραιά)
[Μούνυχος:] ὄνομα κύριον· ὃς Μουνυχίας Ἀρτέμιδος ἱερὸν ἱδρύσατο
-(Επίθετο της θεάς Αρτέμιδος που λατρευόταν εκεί)
ΕΥΡΙΠΙΔΗΣ - Ἱππόλυτος
ὦ λευκόπτερε Κρησία [στρ. β]
πορθμίς, ἃ διὰ πόντιον
κῦμ᾽ ἁλίκτυπον ἅλμας
755 ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ᾽ οἴκων
κακονυμφοτάταν ὄνασιν·
ἦ γὰρ ἀπ᾽ ἀμφοτέρων οἱ Κρησίας ‹τ᾽› ἐκ γᾶς
δυσόρνις
760 ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ᾽ ἀ-
κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-
χὰς ἐπ᾽ ἀπείρου τε γᾶς ἔβασαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου