Βιβλιογραφία - πηγές
Ζηνόβιος, Επιτομή (Εκ των Ταρραίων και Διδύμου Παροιμιών)
Θύραζε Κᾶρες, οὐκ ἔτ' Ἀνθεστήρια.
Τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν, ὅτι οἱ Κᾶρες ποτὲ
μέρος τῆς Ἀττικῆς κατέσχον· καὶ εἴ ποτε τὴν ἑορτὴν
τῶν Ἀνθεστηρίων ἦγον οἱ Ἀθηναῖοι, σπονδῶν αὐτοῖς
μετεδίδοσαν καὶ ἐδέχοντο τῷ ἄστει καὶ ταῖς οἰκίαις.
Μετὰ δὲ τὴν ἑορτὴν τινῶν ὑπολελειμμένων ἐν ταῖς Ἀθή-
ναις, οἱ ἀπαντῶντες πρὸς τοὺς Κᾶρας παίζοντες ἔλεγον,
<<Θύραζε Κᾶρες, οὐκ ἔτ' Ἀνθεστήρια.>>
Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ἐπιζητούντων
πάντοτε λαμβάνειν

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου